Σάββατο 3 Οκτωβρίου 2015

Άγιος Διονύσιος ο Αρεοπαγίτης

Ἄγγελος ἐξ ἀνθρώπων ἀρεταῖς χρηματίσας, ὁ μέγας Διονύσιος πᾶσαν, ὡς ὑπόπτερος, ἐμυήθη τὸν νοῦν τὴν οὐράνιον γνῶσιν· διὸ ᾄσμασιν , ὡς Ἄγγελον 
τιμήσωμεν, βοῶντες πρὸς αὐτὸν τοιαῦτα.

Χαῖρε, ὁ γνοὺς Χριστὸν διὰ Παύλου, χαῖρε, πολλοὺς πρὸς Χριστὸν ἐπιστρέψας.
Χαῖρε, πολυθέου σκηνῆς ὀλετήριον, χαῖρε, θεογνώστου βουλῆς σκοπευτήριον.
Χαῖρε, βίβλος θεοχάρακτος, μυστηρίων θησαυρέ, χαῖρε πίναξ θεομόρφωτε, καὶ διόπτρα οὐρανοῦ.
Χαῖρε, ὅτι τὸ Πάθος τοῦ Κυρίου κατεῖδες, χαῖρε, ὅτι προθύμως δι' αὐτὸν σφαγιάζῃ.
Χαῖρε, πηγὴ βλυστάνουσα ἄφεσιν, χαῖρε, ῥανὶς κοιλαίνουσα ἄνοιαν.
Χαῖρε, ὁδὸς ἀπλανὴς σωτηρίας, χαῖρε, φραγμὸς ἀσεβῶν παροδίας.
Χαίροις, Πάτερ παγκόσμιε.

Κάνοντας κλικ μπορείς να διαβάσεις λίγα λόγια για τον βίο του!

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σχολίασε κι εσύ. . .ότι νομίζεις πως αξίζει!