Ἀπεστάλη
Ἄγγελος Γαβριήλ, οὐρανόθεν ἐκ Θεοῦ, πρὸς Παρθένον ἀμόλυντον, εἰς πόλιν
τῆς Γαλιλαίας Ναζαρέτ, εὐαγγελίσασθαι αὐτῇ τοῦ ξένου τρόπου τὴν
σύλληψιν. Ἀπεστάλη δοῦλος ἀσώματος, πρὸς ἔμψυχον πόλιν καὶ πύλην νοεράν,
μηνύσαι Δεσποτικῆς παρουσίας τὴν συγκατάβασιν. Ἀπεστάλη στρατιώτης
οὐράνιος, πρὸς τὸ ἔμψυχον τῆς δόξης Παλάτιον, προετοιμάσαι τῷ Κτίστῃ
κατοικίαν ἄληκτον, καὶ προσελθὼν πρὸς αὐτὴν ἐκραύγαζε· Χαῖρε θρόνε
πυρίμορφε, τῶν τετραμόρφων ὑπερενδοξοτέρα, Χαῖρε καθέδρα, Βασιλικὴ
οὐράνιε, χαῖρε ὄρος ἀλατόμητον, δοχεῖον πανέντιμον· ἐν σοὶ γὰρ πᾶν τὸ
πλήρωμα κατῴκησε, τῆς Θεότητος σωματικῶς, εὐδοκίᾳ Πατρός ἀϊδίου, καὶ
συνεργείᾳ τοῦ Ἁγίου Πνεύματος, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σχολίασε κι εσύ. . .ότι νομίζεις πως αξίζει!